Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.1 | Dem. 24.3 (English) | >>Dem. 24.7 |
24.2τὴν γὰρ ὑμετέραν ψῆφον , ἣν ὀμωμοκότες περὶ πάντων φέρετε , λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν ὁ τουτουὶ νόμος , οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ (πῶς γάρ ; ὅς γε , ἃ δοκεῖ συνέχειν τὴν πολιτείαν , τὰ δικαστήρια , ταῦτʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων τῶν ἐπὶ τοῖς ἀδικήμασιν ἐκ τῶν νόμων ὡρισμένων ), ἀλλʼ ἵνα τῶν πολὺν χρόνον ὑμᾶς τινες ἐκκεκαρπωμένων καὶ πολλὰ τῶν ὑμετέρων διηρπακότων μηδʼ ἃ κλέπτοντες φανερῶς ἐλήφθησαν καταθῶσιν .
24.3καὶ τοσούτῳ ῥᾷόν ἐστʼ ἰδίᾳ τινὰς θεραπεύειν ἢ τῶν ὑμετέρων δικαίων προΐστασθαι , ὥσθʼ οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον , ἐμοὶ δʼ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνος · τοσοῦτʼ ἀπέχω τοῦ λαβεῖν τι παρʼ ὑμῶν .
24.4εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθʼ ὑμῖν σπουδαιότατʼ ἐστὶν καὶ μάλιστʼ ἄξιον προσέχειν τούτοις , ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους . ἐγὼ δʼ , εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται , νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν .
24.5τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν , οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι . περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν , πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους , οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε , ἀκύρους εἶναι , τόνδε δὲ κύριον , ἢ τοὐναντίον τοῦτον μὲν λῦσαι , κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν . τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι , ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι , τοῦτʼ ἐστίν .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.1 | Dem. 24.3 (English) | >>Dem. 24.7 |